Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.129 Joseph. AJ 12.134 (English) >>Joseph. AJ 12.139

12.132μετʼ οὐ πολὺ δὲ τὸν Σκόπαν Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν. 12.133ὕστερον δʼ Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ Συρίᾳ πόλεις, ἃς Σκόπας κατεσχήκει, καὶ τὴν Σαμάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο οἱ Ἰουδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατιᾷ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ Σκόπα καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν. 12.134 οὖν Ἀντίοχος δίκαιον ἡγησάμενος τὴν τῶν Ἰουδαίων πρὸς αὐτὸν σπουδὴν καὶ φιλοτιμίαν ἀμείψασθαι γράφει τοῖς τε στρατηγοῖς αὐτοῦ καὶ τοῖς φίλοις μαρτυρῶν τοῖς Ἰουδαίοις ὑπὲρ ὧν εὖ πάθοι πρὸς αὐτῶν καὶ τὰς δωρεὰς ἃς ὑπὲρ τούτων διέγνω παρασχεῖν αὐτοῖς ἐμφανίζων. 12.135παραθήσομαι δὲ τὰς ἐπιστολὰς τὰς τοῖς στρατηγοῖς περὶ αὐτῶν γραφείσας προδιελθών, ὡς μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· “ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος.” λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ, 12.136ὡς τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος, μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες, ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.129 Joseph. AJ 12.134 (English) >>Joseph. AJ 12.139

Powered by PhiloLogic